Ancient Greek · ~3 min
Section 114
Philo Judaeus, Quod deterius potiori insidiari soleat 114
Not analysed yet
ἀλλὰ τοὺς ἐραστὰς ἐπιστήμης ἐν ᾠδῇ μεγάλῃ φησὶν ὅτι „ἀνεβίβασεν ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, καὶ ἐψώμισε γεννήματα ἀγρῶν„ (Deut. 32, 13), δηλῶν ὅτι ὁ μὲν ἄθεος ἀτυχεῖ τοῦ τέλους, ἵνα μᾶλλον ὀδυνᾶται, μὴ προστιθεμένης ἰσχύος οἷς ἐνεργεῖ, τοὐναντίον δ’ ὑφαιρουμένης, οἱ δὲ μετιόντες ἀρετὴν ὑπεράνω τῶν ὅσα γεώδη καὶ θνητὰ ἱστάμενοι τοῦ κράτους αὐτῶν κατὰ πολλὴν περιουσίαν ἀλογοῦσιν, ἅτε ἡγεμόνι χρησάμενοι τῆς ἀνόδου θεῷ, ὃς καὶ τὰ γεννήματα τῶν ἀγρῶν εἰς ἀπόλαυσιν καὶ χρῆσιν ὠφελιμωτάτην αὐτοῖς ὀρέγει, τὰς μὲν ἀρετὰς ἀγροῖς, ἃ δ’ ἀποκύουσι γεννήμασι παρὰ τὴν γένεσιν ἀπεικάζων· γίνεται μὲν γὰρ ἐκ φρονήσεως τὸ φρονεῖν, ἐκ δὲ σωφροσύνης τὸ σωφρονεῖν, ἐκ δὲ εὐσεβείας τὸ εὐσεβεῖν, καὶ ἀφ’