Ancient Greek · ~1 min
Section 116
Philo Judaeus, Quod deterius potiori insidiari soleat 116
Not analysed yet
αὕτη γὰρ οἷα μήτηρ τῶν ἐν κόσμῳ γενομένη τὰς τροφὰς ἐξ ἑαυτῆς εὐθὺς ἤνεγκε τοῖς ἀποκυηθεῖσιν· ἀλλ’ οὐχ ἅπαντα τροφῆς θείας ἠξιώθη, τὰ δ’ ὅσα τῶν ἐκγόνων ἐπάξια τῶν γεννησάντων εὑρίσκετο· πολλὰ γὰρ ἔσθ’ ἃ λιμὸς ἀρετῆς, ὁ τοῦ περὶ τὰ σιτία καὶ ποτὰ σχετλιώτερος, διέφθειρε.