Ancient Greek · ~1 min
Section 121
Philo Judaeus, Quod deterius potiori insidiari soleat 121
Not analysed yet
ᾗ μὲν οὖν ἀποκεκύηκε δικαιοσύνη ψυχῇ γενεὰν ἄρρενα, τὸν δίκαιον λογισμόν, ταύτης τὰ λυπηρὰ πάντα ἐξῴκισται. μαρτυρήσει δ’ ἡ Νῶε γένεσις —ὃ ἑρμηνεύεται δίκαιος —,ἐφ’ οὗ λέγεται· „οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός“ (Gen. 5, 29).