Ancient Greek · ~2 min
Section 126
Philo Judaeus, Quod deterius potiori insidiari soleat 126
Not analysed yet
αὐτοῖς ἐξ ἀνάγκης γέγηθε. δηλώσει δ’ ὁ τῷ πανσόφῳ Μωυσεῖ δοθεὶς χρησμός, ἐν ᾧ περιέχεται ταῦτα· „οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου, ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ“ (Exod. 4, 14). τὸν γὰρ προφορικὸν λόγον διανοίας ἀδελφὸν ὄντα ἐπίστασθαί φησιν ὁ δημιουργὸς ὅτι λαλεῖ· πεποίηκε γὰρ αὐτὸν ὥσπερ ὄργανον τοῦ συγκρίματος ἡμῶν παντὸς ἔναρθρον ἠχήν.