Ancient Greek · ~1 min
Section 132
Philo Judaeus, Quod deterius potiori insidiari soleat 132
Not analysed yet
ἀλγεῖν ἀναγκάζει. μήτε δ’ ὁ πᾶς λόγος ὑπαντάτω μήτε πᾶσι τοῖς ἐνθυμήμασιν, ἀλλ’ ὁ τέλειος Ἀαρὼν τοῖς τοῦ τελειοτάτου Μωυσέως· ἐπεὶ τίνος ἕνεκα τῷ „ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου“ προσέθηκεν „ὁ Λευίτης“, εἰ μὴ τοῦ διδάξαι χάριν, ὅτι μόνῳ τῷ Λευίτῃ καὶ ἱερεῖ καὶ σπουδαίῳ λόγῳ προσήκει μηνύειν τὰ ἐνθυμήματα ψυχῆς τελείας ὄντα βλαστήματα;