Ancient Greek · ~1 min
Section 136
Philo Judaeus, Quod deterius potiori insidiari soleat 136
Not analysed yet
κυρίως γὰρ οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περιουσίᾳ οὔτε ἐπὶ δόξης λαμπρότητι οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ἀψύχων τε ὄντων καὶ ἀβεβαίων καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων χαίρειν ἔνεστι, καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ καὶ εὐτονίᾳ καὶ τοῖς ἄλλοις σώματος πλεονεκτήμασιν, ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν.