Ancient Greek · ~2 min
Section 143
Philo Judaeus, Quod deterius potiori insidiari soleat 143
Not analysed yet
πότε γὰρ εἴποις ἂν τὸν ἄτεχνον μάλιστα βλάπτεσθαι; ἆρ’ οὐχ ὅταν πρὸς ἐπιστήμης κατὰ τὸ παντελὲς ἐαθῇ; πότε δὲ τὸν ἀμαθῆ καὶ λίαν ἀπαίδευτον; οὐχ ὅταν ἀπόλειψιν τὴν ἐπ’ αὐτῷ χρηματίσῃ διδασκαλία καὶ μάθησις; πότε δὲ τοὺς ἄφρονας κακοδαιμονίζομεν μᾶλλον; οὐχ ὅταν φρόνησις αὐτοὺς εἰσάπαν ἀπώσηται; πότε δὲ τοὺς ἀκολάστους ἢ ἀδίκους; οὐκ ἐπειδὰν σωφροσύνη καὶ δικαιοσύνη φυγὴν ἀίδιον κατ’ αὐτῶν ψηφίσωνται; πότε δὲ τοὺς ἀσεβεῖς; οὐχ ὅταν εὐσέβεια τῶν ἰδίων ὀργίων ἀποσχοινίσῃ;