Ancient Greek · ~3 min
Section 154
Philo Judaeus, Quod deterius potiori insidiari soleat 154
Not analysed yet
εἰ τὸ ὄν, καθ’ ἣν τέχνην ἐποίει τὰ ἀμφίβια, κατὰ ταύτην καὶ ζῷον πανταχοῦ βιωσόμενον ἐβουλήθη καινουργῆσαι, τοῦτο τὸ ζῷον, εἰ μὲν τὰ βάρος ἔχοντα ἀπεδίδρασκε γῆν καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον ἀπεργάσηται τὸ πᾶν.