Ancient Greek · ~2 min
Section 165
Philo Judaeus, Quod deterius potiori insidiari soleat 165
Not analysed yet
ἴστωσαν δὴ καὶ ὁ Κάιν καὶ εἴ τις ἕτερος πανοῦργος, ὅτι οὐχ ὑπὸ παντὸς τοῦ ἐντυγχάνοντος ἀναιρεθήσεται, ἀλλὰ ῥᾳδιουργοὶ μὲν ἀδελφὰς καὶ συγγενεῖς κακίας ἐζηλωκότες φρουροὶ καὶ φύλακες αὐτοῦ γενήσονται, φρόνησιν δ’ ὅσοι καὶ ἄλλην ἀρετὴν ἐξεπόνησαν ὡς ἄσπονδον ἐχθρόν, ἢν δύνωνται, καθελοῦσι· πάντα γάρ, ὡς ἔπος εἰπεῖν, καὶ σώματα καὶ πράγματα πρὸς μὲν οἰκείων καὶ φίλων σῴζεται, πρὸς ἀλλοτρίων δὲ καὶ δυσμενῶν διαφθείρεται.