Ancient Greek · ~1 min
Section 172
Philo Judaeus, Quod deterius potiori insidiari soleat 172
Not analysed yet
ἕκαστον δὲ τῶν ἑπτὰ τῇ μὲν ἄρρεν γίνεται, τῇ δὲ καὶ θῆλυ· ἐπειδὴ γὰρ ἢ ἴσχεται ἢ κινεῖται, ἴσχεται μὲν κατὰ τοὺς ὕπνους ἠρεμοῦντα, κινεῖται δὲ ἐν ταῖς ἐγρηγόρσεσιν ἤδη ἐνεργοῦντα, τὸ μὲν καθ’ ἕξιν καὶ ἠρεμίαν ἅτε πρὸς τὸ παθεῖν ὑποβεβλημένον καλεῖται θῆλυ, τὸ δὲ κατὰ κίνησίν τε καὶ ἐνέργειαν ἅτε ἐν τῷ δρᾶν ἐπινοούμενον ἄρρεν ὀνομάζεται.