Ancient Greek · ~1 min
Section 177
Philo Judaeus, Quod deterius potiori insidiari soleat 177
Not analysed yet
λέγει δ’ ἑξῆς ὅτι „ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Κάιν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα“ (Gen. 4, 15)· καὶ τί τὸ σημεῖόν ἐστιν, οὐ δεδήλωκε, καίτοι γε εἰωθὼς τὴν ἑκάστου φύσιν διὰ σημείου δεικνύναι, ὥσπερ ἐπὶ τῶν ἐν Αἰγύπτῳ τὴν ῥάβδον μεταβαλὼν εἰς ὄφιν καὶ τὴν χεῖρα Μωυσέως εἰς χιόνος ἰδέαν καὶ τὸν ποταμὸν εἰς αἷμα.