Ancient Greek · ~2 min
Section 34
Philo Judaeus, Quod deterius potiori insidiari soleat 34
Not analysed yet
μάρτυς δὲ ὁ βίος τούτων· οἱ μὲν γὰρ λεγόμενοι φιλάρετοι ἄδοξοι σχεδὸν ἅπαντες, εὐκαταφρόνητοι, ταπεινοί, τῶν ἀναγκαίων ἐνδεεῖς, ὑπηκόων μᾶλλον δὲ καὶ δούλων ἀτιμότεροι, ῥυπῶντες, ὠχροί, κατεσκελετευμένοι, λιμὸν ὑπ’ ἀσιτίας ἐμβλέποντες, νοσερώτατοι, μελετῶντες ἀποθνῄσκειν· οἱ δ’ αὑτῶν ἐπιμελούμενοι ἔνδοξοι, πλούσιοι, ἡγεμόνες, ἐπαινούμενοι, τιμώμενοι, [πάλιν] ὑγιεινοί, πίονες, ἐρρωμένοι, ἁβροδίαιτοι, θρυπτόμενοι, πόνον οὐκ εἰδότες, ἡδοναῖς συζῶντες διὰ πασῶν τῶν αἰσθήσεων ἐπὶ τὴν πανδεχῆ ψυχὴν