Ancient Greek · ~3 min
Section 38
Philo Judaeus, Quod deterius potiori insidiari soleat 38
Not analysed yet
οὐχ ὁρᾷς ὅτι Μωυσῆς τοὺς ἐν Αἰγύπτῳ τῷ σώματι σοφιστάς, οὓς φαρμακέας ὀνομάζει, παραιτεῖται —σοφισμάτων γὰρ τέχναις καὶ ἀπάταις ἤθη χρηστὰ τρόπον τινὰ φαρμακεύεται καὶ διαφθείρεται —φάσκων μὴ εἶναι „εὔλογος“ (Exod. 4,10), ἴσον τῷ μὴ πεφυκέναι πρὸς τὴν τῶν εὐλόγων καὶ πιθανῶν εἰκαστικὴν ῥητορείαν, ἔπειθ’ ἑξῆς διαβεβαιούμενος, ὅτι οὐ μόνον οὐκ εὔλογος ἀλλὰ καὶ παντελῶς „ἄλογός“ ἐστιν (Exod. 6, 12) ; ἄλογος δέ, οὐχ ὥς φαμεν τὰ μὴ λογικὰ τῶν ζῴων, ἀλλ’ ὁ μὴ δικαιῶν τῷ διὰ τοῦ φωνητηρίου ὀργάνου γεγωνῷ λόγῳ χρῆσθαι, μόνῃ δὲ σημειούμενος καὶ ἐνσφραγιζόμενος διανοίᾳ τὰ τῆς ἀληθοῦς σοφίας, ἥτις ἀντίθετός ἐστι ψευδεῖ σοφιστείᾳ, θεωρήματα.