Ancient Greek · ~2 min
Section 4
Philo Judaeus, Quod deterius potiori insidiari soleat 4
Not analysed yet
„ὁρῶ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν“ ἔφη „ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ“ (Gen. 31, 5). διὰ τοῦτο γάρ, εἴποιμ’ ἄν, ὁ Λάβαν οὐκ ἔστι πρὸς σοῦ, ὅτι μετὰ σοῦ ὁ θεός· ἐν ᾗ μὲν γὰρ ψυχῇ τὸ ἐκτὸς αἰσθητὸν ὡς μέγιστον ἀγαθὸν τετίμηται, ἐν ταύτῃ λόγος ἀστεῖος οὐχ εὑρίσκεται· ᾗ δ’ ἐμπεριπατεῖ ὁ θεός, τὸ ἐκτὸς αἰσθητὸν ἀγαθὸν οὐχ ὑπείληπται, καθ’ ὃ νενόηται καὶ προσηγόρευται Λάβαν.