Ancient Greek · ~2 min
Section 55
Philo Judaeus, Quod deterius potiori insidiari soleat 55
Not analysed yet
ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον· ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ.