Ancient Greek · ~2 min
Section 72
Philo Judaeus, Quod deterius potiori insidiari soleat 72
Not analysed yet
ἄδικον καὶ ἑαυτοῦ τὸ φιλάρετον παραστήσῃ. πεφύκασι δὲ οἱ σοφισταὶ πολεμίοις χρῆσθαι ταῖς ἐν αὑτοῖς δυνάμεσι, λόγων ἐνθυμήμασι καὶ βουλημάτων λόγοις ἀντιστατούντων καὶ μηδαμῇ μηδαμῶς συνᾳδόντων· ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα, τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες, καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες·