Ancient Greek · ~2 min
Section 75
Philo Judaeus, Quod deterius potiori insidiari soleat 75
Not analysed yet
διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ, οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί τινες καὶ αὖθις γενήσονται·