Ancient Greek · ~1 min
Section 77
Philo Judaeus, Quod deterius potiori insidiari soleat 77
Not analysed yet
εἶτ’ οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’ ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι.