Ancient Greek · ~1 min
Section 96
Philo Judaeus, Quod deterius potiori insidiari soleat 96
Not analysed yet
Τῷ δὲ μὴ δεχομένῳ μετάνοιαν Κάιν δι’ ὑπερβολὴν ἄγους ἀδελφοκτονίας οἰκειοτάτας ἀρὰς τίθεται· πρῶτον μὲν γάρ φησιν αὐτῷ· „καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς“ (Gen. 4,11), δηλῶν πρῶτον ὅτι οὐχὶ νῦν ὅτε ἐδολοφόνησεν ἐναγὴς καὶ ἐπάρατός ἐστιν, ἀλλὰ καὶ πρότερον ὅτε ἐβούλευσε τὸν φόνον, τῆς γνώμης ἴσον τῷ τελείῳ δυναμένης.