Ancient Greek · ~1 min
Section 104
Philo Judaeus, Quod deus sit immutabilis 104
Not analysed yet
παλαιοί. τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ“, διαπορητέον. ἆρ’ οὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν, ἢ ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος ἠξιωμένων θείας;