Ancient Greek · ~1 min
Section 14
Philo Judaeus, Quod deus sit immutabilis 14
Not analysed yet
τὴν δὲ πολλὴν ἀσθενεῖν ἐν τέκνοις εἶπεν ἀψευδῶς καὶ σφόδρα ἐναργῶς· ὅταν γὰρ μία οὖσα ψυχὴ πολλὰ ὠδίνῃ τοῦ ἑνὸς ἀποστᾶσα, μυρία κατὰ τὸ εἰκὸς γίνεται, κἄπειτα πλήθει τέκνων ἐξηρτημένων βαρυνομένη καὶ πιεζομένη—ἔστι δὲ ἠλιτόμηνα καὶ ἀμβλωθρίδια τὰ πλεῖστα αὐτῶν —ἐξασθενεῖ.