Ancient Greek · ~1 min
Section 148
Philo Judaeus, Quod deus sit immutabilis 148
Not analysed yet
ἀλλ’ οὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ καὶ ὅλῳ ἔθνει πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἡ ἑκάστου ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμ —ὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ πάντα γήινα —λέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου. “