Ancient Greek · ~2 min
Section 150
Philo Judaeus, Quod deus sit immutabilis 150
Not analysed yet
ἀλλὰ τοὺς μὲν τοῦ πλούτου θησαυροὺς ἅπαντας ἑξῆς πλήρεις ἰδόντες ἀποστραφήσεσθε καὶ ἀποκλινεῖτε τὰς ὄψεις, τὰ δὲ τῶν προγόνων ἀξιώματα τῶν πρὸς πατρὸς καὶ μητρὸς καὶ τὰς ᾀδομένας παρὰ τοῖς πολλοῖς εὐγενείας ὑπερκύψετε; δόξαν δὲ, ἧς ἀντικαταλλάττονται πάντα ἄνθρωποι, κατόπιν ὥσπερ τι τῶν ἀτιμοτάτων ἀπολείψετε; τί δέ; ὑγείαν σώματος καὶ αἰσθήσεων ἀκρίβειαν καὶ κάλλος περιμάχητον καὶ ῥώμην ἀνανταγώνιστον καὶ τἄλλα ὅσοις ὁ τῆς ψυχῆς οἶκος ἢ τύμβος ἢ ὁτιοῦν χρὴ καλεῖν κεκόσμηται παραδραμεῖσθε, ὡς μηδὲν αὐτῶν κατατάξαι ἐν τῇ τῶν ἀγαθῶν μερίδι;