Ancient Greek · ~1 min
Section 153
Philo Judaeus, Quod deus sit immutabilis 153
Not analysed yet
τούτου χάριν βουλόμενος τὸ μετ’ ὀρθότητος λόγου καταφρονητικοὺς τῶν εἰρημένων γενέσθαι παραστῆσαι τῷ „παρελεύσομαι“ προστίθησι τὸ „διὰ τῆς γῆς σου“· τοῦτο γὰρ τὸ ἀναγκαιότατον ἦν, γενομένους ἐν ἀφθόνοις τῶν φαινομένων ἀγαθῶν ὕλαις ἁπάσαις ὑπὸ μηδενὸς τῶν προβληθέντων ὑφ’ ἑκάστης δικτύων ἁλῶναι, πυρὸς μέντοι τὸν τρόπον ἰσχῦσαι ῥύμῃ μιᾷ τὰς ἐπαλλήλους καὶ συνεχεῖς φορὰς διακλάσαι.