Ancient Greek · ~1 min
Section 16
Philo Judaeus, Quod deus sit immutabilis 16
Not analysed yet
ἔνιοι δ’ οὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. ὁ γοῦν Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα“ (Gen. 38, 9), οὐ πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί, διαφθείρων ἢ καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ προσηκόντως·