Ancient Greek · ~1 min
Section 164
Philo Judaeus, Quod deus sit immutabilis 164
Not analysed yet
δ’ ὡς φευκτὸν ἀσέβειαν. ἵνα οὖν μὴ ταῖς μαχομέναις κακίαις ἀναγκασθῶμεν ἐκτρεπόμενοι χρῆσθαι, τὴν μέσην ὁδὸν εὐθύνειν βουλώμεθά τε καὶ εὐχώμεθα· μέση δὲ θράσους μὲν καὶ δειλίας ἀνδρεία, ῥᾳθυμίας δὲ ἐκκεχυμένης καὶ φειδωλίας ἀνελευθέρου σωφροσύνη, πανουργίας τε αὖ καὶ μωρίας φρόνησις, καὶ μὴν δεισιδαιμονίας καὶ ἀσεβείας εὐσέβεια.