Ancient Greek · ~1 min
Section 166
Philo Judaeus, Quod deus sit immutabilis 166
Not analysed yet
ἐπὶ τούτῳ μάλιστα δυσχεράνας ὁ γήινος Ἐδὼμ —δέδιε γὰρ περὶ τῆς τῶν ἑαυτοῦ δογμάτων ἀνατροπῆς τε καὶ συγχύσεως —ἀπειλήσει πόλεμον ἀκήρυκτον, εἰ βιαζοίμεθα διέρχεσθαι τέμνοντες καὶ κείροντες ἀεὶ τὸν τῆς ψυχῆς αὐτοῦ καρπόν, ὃν ἐπ’ ὀλέθρῳ φρονήσεως σπείρας οὐκ ἐθέρισε· φησὶ γάρ· „οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή γε, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς ἀπάντησιν. “