Ancient Greek · ~1 min
Section 18
Philo Judaeus, Quod deus sit immutabilis 18
Not analysed yet
ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές, οἱ δ’ ἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν ὁ ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ.