Ancient Greek · ~1 min
Section 23
Philo Judaeus, Quod deus sit immutabilis 23
Not analysed yet
ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι.