Ancient Greek · ~2 min
Section 26
Philo Judaeus, Quod deus sit immutabilis 26
Not analysed yet
ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτ’ ἐνδοιάζεις, ὅτι ὁ ἄφθαρτος καὶ μακάριος καὶ τῶν ἀρετῶν καὶ αὐτῆς τελειότητος καὶ εὐδαιμονίας ἀνημμένος τὸ κράτος οὐ χρῆται γνώμης μεταβολῇ, μένει δὲ ἐφ’ ὧν ἐξ ἀρχῆς ἐβουλεύσατο οὐδὲν αὐτῶν μετατιθείς;