Ancient Greek · ~1 min
Section 28
Philo Judaeus, Quod deus sit immutabilis 28
Not analysed yet
τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος. καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι γνῶμαι συμμετέβαλον.