Ancient Greek · ~1 min
Section 31
Philo Judaeus, Quod deus sit immutabilis 31
Not analysed yet
δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ —πατὴρ δὲ χρόνου κόσμος —τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ πρεσβύτερον [οὐδένα εἶπε] —νοητὸς δ’ ἐκεῖνος —πρεσβείων ἀξιώσας παρ’ ἑαυτῷ καταμένειν διενοήθη.