Ancient Greek · ~2 min
Section 39
Philo Judaeus, Quod deus sit immutabilis 39
Not analysed yet
γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει, ὧν δ’ ἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας, οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθ’ ὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα ἢ τὸν καρπὸν τελεσφορηθῆναι·