Ancient Greek · ~1 min
Section 58
Philo Judaeus, Quod deus sit immutabilis 58
Not analysed yet
ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ ὁ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων;