Ancient Greek · ~2 min
Section 69
Philo Judaeus, Quod deus sit immutabilis 69
Not analysed yet
παρό μοι δοκεῖ τοῖς προειρημένοις δυσὶ κεφαλαίοις, τῷ τε „ὡς ἄνθρωπος“ καὶ τῷ „οὐχ ὡς ἄνθρωπος ὁ θεὸς“ ἕτερα δύο συνυφῆναι ἀκόλουθα καὶ συγγενῆ, φόβον τε καὶ ἀγάπην· τὰς γὰρ διὰ τῶν νόμων εἰς εὐσέβειαν ὁρῶ παρακελεύσεις ἁπάσας ἀναφερομένας ἢ πρὸς τὸ ἀγαπᾶν ἢ πρὸς τὸ φοβεῖσθαι τὸν ὄντα. τοῖς μὲν οὖν μήτε μέρος μήτε πάθος ἀνθρώπου περὶ τὸ ὂν νομίζουσιν, ἀλλὰ θεοπρεπῶς αὐτὸ δι’ αὐτὸ μόνον τιμῶσι τὸ ἀγαπᾶν οἰκειότατον, φοβεῖσθαι δὲ τοῖς ἑτέροις.