Ancient Greek · ~1 min
Section 82
Philo Judaeus, Quod deus sit immutabilis 82
Not analysed yet
τοῖς δ’ εἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲν „ἅπαξ κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα“ (Psalm. 61, 12). τὸ μὲν γὰρ ἅπαξ ἔοικε τῷ ἀκράτῳ —καὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ ἡ μονὰς ἄκρατον —,τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον.