Ancient Greek · ~1 min
Section 88
Philo Judaeus, Quod deus sit immutabilis 88
Not analysed yet
πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς δέχεται καὶ τροπάς, ὡς τἀναντία πολλάκις τοῖς ἐξ ἔθους ἀποτελεῖν. τοῦτον οὖν φησι Μωυσῆς „ἅγιον“ εἶναι, „τρέφοντα κόμην τρίχα κεφαλῆς“ (ibid. 5), ὅπερ ἦν τὰς ἐν τῷ ἡγεμονικῷ τῶν ἀρετῆς δογμάτων κεφαλαιώδεις ἀνατολὰς συναύξοντα καὶ τρόπον τινὰ κομῶντα καὶ σεμνυνόμενον ἐπ’ αὐταῖς.