Ancient Greek · ~1 min
Section 12
Philo Judaeus, Quod omnis probus liber sit 12
Not analysed yet
χρῆν δὲ αὐτούς, εἴπερ ὅλως ἐζήλουν ἀλήθειαν, μὴ τῶν τὰ σώματα καμνόντων ἐν τῷ φρονεῖν ἐλαττοῦσθαι· ἐκεῖνοι μὲν γὰρ ἑαυτοὺς ἐπιτρέπουσιν ἰατροῖς ὑγείας ὀρεγόμενοι, κατοκνοῦσι δ’ οὗτοι νόσον ψυχῆς, ἀπαιδευσίαν, ἀπώσασθαι, γενόμενοι σοφῶν ἀνδρῶν ὁμιληταί, παρ’ ὧν οὐ μόνον ἔστιν ἀπομαθεῖν ἀμαθίαν, ἀλλὰ καὶ τὸ ἴδιον ἀνθρώπου κτῆμα προσλαβεῖν, ἐπιστήμην.