Ancient Greek · ~2 min
Section 123
Philo Judaeus, Quod omnis probus liber sit 123
Not analysed yet
χρῶ τοῖς παροῦσιν“ ἔφη· „καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου, τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες. “εἶτ’ ἐπινεανιευόμενος πρὸς τὸν πυθόμενον τῶν ὠνητικῶς ἐχόντων „τί οἶδας; “„ἄρχειν“ εἶπεν „ἀνθρώπων,“ ἔνδοθεν, ὡς ἔοικε, τῆς ψυχῆς τὸ ἐλεύθερον καὶ εὐγενὲς καὶ φύσει βασιλικὸν ὑπηχούσης. ἤδη δὲ καὶ πρὸς χαριεντισμὸν ὑπὸ τῆς συνήθους ἐκεχειρίας, ἐφ’ ᾗ οἱ ἄλλοι συννοίας γέμοντες κατήφουν, ἐτράπετο. λέγεται γοῦν,