Ancient Greek · ~2 min
Section 141
Philo Judaeus, Quod omnis probus liber sit 141
Not analysed yet
πρῴην ὑποκριτῶν τραγῳδίαν ἐπιδεικνυμένων καὶ τὰ παρ’ Εὐριπίδῃ τρίμετρα διεξιόντων ἐκεῖνα „τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον, κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω“, τοὺς θεατὰς ἅπαντας εἶδον ἐπ’ ἄκρων ποδῶν ὑπ’ ἐκπλήξεως ἀναστάντας καὶ φωναῖς μείζοσι καὶ ἐκβοήσεσιν ἐπαλλήλοις ἔπαινον μὲν τῆς γνώμης, ἔπαινον δὲ καὶ τοῦ ποιητοῦ συνείροντας, ὃς οὐ μόνον τὴν ἐλευθερίαν ἔργοις ἀλλὰ καὶ τοὔνομα αὐτῆς ἐσέμνυνεν.