Ancient Greek · ~1 min
Section 148
Philo Judaeus, Quod omnis probus liber sit 148
Not analysed yet
Ἀσυλία τόπων πολλάκις οἰκετῶν τοῖς καταφεύγουσιν ἄδειαν καὶ ἐκεχειρίαν ὡς ἰσοτίμοις καὶ ἰσοτελέσι παρέσχετο· καὶ τοὺς ἐκ προπάππων καὶ τῶν ἄνω προγόνων κατά τινα συγγενικὴν διαδοχὴν παλαιοδούλους ἔστιν ἰδεῖν, ὅταν ἐν ἱεροῖς ἱκέται καθέζωνται, μετὰ πάσης ἀδείας ἐλευθεροστομοῦντας.