Ancient Greek · ~1 min
Section 150
Philo Judaeus, Quod omnis probus liber sit 150
Not analysed yet
εἰ μὴ λίαν οὕτω τίς ἐστιν ἀλόγιστος, ὡς χωρία μὲν θάρσους αἴτια καὶ παρρησίας ὑπολαμβάνειν εἶναι, τὸ δὲ τῶν ὄντων θεοειδέστατον, ἀρετήν, μηκέτι, δι’ ἣν καὶ τοῖς χωρίοις καὶ τοῖς ἄλλοις ὅσα φρονήσεως μετέχει τὸ ἱεροπρεπὲς ἐγγίνεται.