Ancient Greek · ~2 min
Section 30
Philo Judaeus, Quod omnis probus liber sit 30
Not analysed yet
πρὸς οὐδενὸς οὖν ἀναγκάζεται, ἅτε καταπεφρονηκὼς μὲν ἀλγηδόνων, καταπεφρονηκὼς δὲ θανάτου, νόμῳ δὲ φύσεως ὑπηκόους ἔχων ἅπαντας ἄφρονας· ὅνπερ γὰρ τρόπον αἰγῶν μὲν καὶ βοῶν καὶ προβάτων αἰπόλοι καὶ βουκόλοι καὶ νομεῖς ἀφηγοῦνται, τὰς δ’ ἀγέλας ἀμήχανον ἐπιτάξαι ποιμέσι, τὸν αὐτὸν τρόπον οἱ μὲν πολλοὶ θρέμμασιν ἐοικότες ἐπιστάτου καὶ ἄρχοντος δέονται, ἡγεμόνες δ’ εἰσὶν οἱ ἀστεῖοι τὴν τῶν ἀγελαρχῶν τεταγμένοι τάξιν.