Ancient Greek · ~1 min
Section 32
Philo Judaeus, Quod omnis probus liber sit 32
Not analysed yet
Ὅτι δ’ οὐχ αἱ ὑπηρεσίαι μηνύματ’ εἰσὶ δουλείας, ἐναργεστάτη πίστις οἱ πόλεμοι· τοὺς γὰρ στρατευομένους ἰδεῖν ἔστιν αὐτουργοὺς ἅπαντας, οὐ μόνον τὰς πανοπλίας κομίζοντας, ἀλλὰ καὶ ὅσα πρὸς τὴν ἀναγκαίαν χρῆσιν ὑποζυγίων τρόπον ἐπηχθισμένους, εἶτ’ ἐφ’ ὑδρείαν ἐξιόντας καὶ φρυγανισμὸν καὶ χιλὸν κτήνεσι.