Ancient Greek · ~1 min
Section 5
Philo Judaeus, Quod omnis probus liber sit 5
Not analysed yet
οὗτοι τὸ νοητὸν φῶς ἰδεῖν οὐ δυνάμενοι δι’ ἀσθένειαν τοῦ κατὰ ψυχὴν ὄμματος, ὃ ταῖς μαρμαρυγαῖς πέφυκεν ἐπισκιάζεσθαι, καθάπερ ἐν νυκτὶ διάγοντες ἀπιστοῦσι τοῖς ἐν ἡμέρᾳ ζῶσι καὶ ὅς’ ἂν αὐγαῖς ἀκράτοις τῶν ἡλιακῶν ἀκτίνων εἰλικρινέστατα περιαθρήσαντες διηγῶνται τεράστια νομίζουσι φάσμασιν ἐοικότα, τῶν ἐν τοῖς θαύμασιν οὐ διαφέροντα.