Ancient Greek · ~1 min
Section 58
Philo Judaeus, Quod omnis probus liber sit 58
Not analysed yet
Τὰ μὲν οὖν λεχθέντα πρὸς τὴν τοῦ ζητουμένου διασύστασιν ἔμοιγε ἀποχρῶντα ἦν. ἐπεὶ δὲ τὰ ποικίλα τῶν νοσημάτων ἰατροῖς ἔθος ποικιλωτέραις ἰᾶσθαι θεραπείαις, ἀνάγκη καὶ τοῖς παραδόξοις νομιζομένοις τῶν προβλημάτων διὰ τὸ ἄηθες ἐπάγειν πίστεις ἐπαλλήλους προσεγχρίοντας· μόλις γὰρ ἔνιοι συνεχείᾳ πληττόμενοι τῶν ἀποδείξεων αἰσθάνονται.