Ancient Greek · ~2 min
Section 79
Philo Judaeus, Quod omnis probus liber sit 79
Not analysed yet
δοῦλός τε παρ’ αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ’ ἐλεύθεροι πάντες ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί τε τῶν δεσποτῶν, οὐ μόνον ὡς ἀδίκων, ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων, ἣ πάντας ὁμοίως γεννήσασα καὶ θρεψαμένη μητρὸς δίκην ἀδελφοὺς γνησίους, οὐ λεγομένους ἀλλ’ ὄντας ὄντως, ἀπειργάσατο· ὧν τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντ’ οἰκειότητος ἀλλοτριότητα καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη.