Ancient Greek · ~1 min
Section 81
Philo Judaeus, Quod omnis probus liber sit 81
Not analysed yet
τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ’ ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαί, καθ’ ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς.