Ancient Greek · ~2 min
Section 86
Philo Judaeus, Quod omnis probus liber sit 86
Not analysed yet
εἶτ’ ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι κοιναί, καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων· τὸ γὰρ ὁμωρόφιον ἢ ὁμοδίαιτον ἢ ὁμοτράπεζον οὐκ ἄν τις εὕροι παρ’ ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον· καὶ μήποτ’ εἰκότως· ὅσα γὰρ ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ’ οὐκ ἴδια φυλάττουσιν, ἀλλ’ εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν παρασκευάζουσιν ὠφέλειαν.