Ancient Greek · ~5 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 34
Not analysed yet
καὶ Δά[μ]ων [ε]ὶ τοιαῦτα
πρὸϲ τοὺϲ ἀληθινοὺ[ϲ] ἀρεο-
π]α[γί]τα[ϲ] ἔλεγε καὶ [μ]ὴ [τ]οὺϲ
πλαττομένουϲ, ἐφεν[ά]κι-
ζεν ἀτηρῶϲ. οὐ θαυμα[ϲ]τὸν
δ᾿ αὐτὴν οὐδ᾿ ὅτι παρ᾿ Ἀθη-
ναίοιϲ ἐτιμήθη καὶ πᾶϲιν
τοῖϲ Ἕλληϲιν καὶ τῶν ἴϲων
καὶ τοῖϲ ἱερονίκαιϲ [ἠ]ξιώ-
θη]. κα[ὶ] γὰρ ἄλ[λ]α π[λὰ ἄτι-
μα, πολλὰ δὲ καὶ μεγάλα
κακὰ. καὶ φιλοϲοφίαν δὲ
διὰ τὸ μὴ τετευχένα[ι τ]οῖϲ
ὅλοιϲ ἐπάθλων ἀτει[μ]ά-
ζειν ὥρα. καὶ διὰ τὰ ϲ[υμ]πε-
πλεγμένα προήγαγον ϲφό-
δρα. καὶ τῆϲ ὑπὸ τούτων ἐ-
παινουμένηϲ οὐδὲ ἓν δι-
δόαϲιν. εἴρητα[ι δ]ὲ π[ερ]ὶ α[ὐ-
τοῦ 〈ἐπὶ〉 μέρουϲ κἀνταῦθα μέν,
ἐπὶ πλεῖον δ᾿ ἐν τῶ[ι δ]ευτέ-
ρῳ τῶν ὑπομνημάτων.
ἀ[λ]λὰ μὴν [θε]ὸϲ μὲν [ο]ὐ-
θεὶϲ εὑρετ [ὴϲ] ἐγέν[ε]το τῆϲ
μουϲικῆ[ϲ οὐ]δὲ π[αρ]έ-
δωκε τοῖϲ ἀνθρώπο[ιϲ, ἀλ-
λ᾿ οὕτω παρ[εξέ]μαθον ὡϲ
πρότερον ἀπεδώκα[μ]εν.
λόγον δὲ καὶ φρόνη[ϲιν
καὶ παιδευτ[ι]κὰϲ ἐπ[ιϲτή-
μαϲ οὐδεὶϲ εὐϲεβὴϲ νο[μίζει.
τὸν Ἑρμῆν καὶ τὴν Ἀ[θ]η-
νᾶν καὶ τὰϲ Μούϲα[ϲ]. ε[ἰ] δ᾿ ὁ
λόγοϲ ἢ λογιϲμὸϲ ἐπήγα[γ]εν
τὴν μουϲικήν, οὐκ ἤδ[η
χ[ρή]ϲιμ[οϲ] διὰ τὸ καὶ τὰ [χ]εί-
ριϲτα. τὸν δὲ λόγον ἂν ἀ[ξι]ῶ-
ϲ]ι καὶ φρόνηϲ[ιν] καὶ τὰ[ϲ] παι-
δ[ευ]τικὰϲ ἐ[πιϲτήμαϲ] δύο [λ]α-
βεῖν, [λεγέτωϲαν] τὰϲ α[ἰ]τίαϲ.
εἰ [δ᾿ ]εὗ[ρον] θεο[ὶ τὴν] μουϲ[ικήν
καὶ] τά[ϲ ἄλλαϲ] τέχνα[ϲ ἀπέ-